Ancient Greek
P.Tebt. 2 324
Documentary Papyri, P.Tebt. 2 324
Not analysed yet
Φιλώτᾳ τῷ καὶ Δημητρίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος καὶ Χρυσᾷ κωμογραμματεῖ Τεπτύνεως παρὰ Σαμβᾶτος Σαμβᾶτος ἀπὸ τῆς προκειμένης κώμης Τεπτύνεως. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σουβατιανοῦ Ἀκύλα τὰς ὑπαρχούσας μοι περὶ τὴν προκειμένην κώμην κλήρου κατοικικοῦ ἀρούρας ἓξ ἐν τόπῳ λεγομένῳ Τασικράτους τελούσας ἀνὰ πυροῦ μίαν ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς ἔτος, διὸ ἐπιδίδωμι. ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ ἔτους ιϛ Φαμενὼθ κε. Χρυσᾶς κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον ἄχρι ἐξετάσεως.