Ancient Greek
P.Tebt. 2 325
Documentary Papyri, P.Tebt. 2 325
Not analysed yet
Διονυσίωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ …χου τοῦ Ἥρωνος μητρὸς …ς ἀπὸ κώμης Τεπτύνεως. βούλομαι ἐναφειμένας γεωργεῖν τὰς προγεωργουμένας ὑπὸ τοῦ πατρὸς μου Ἥρωνος …ἀρούρας β ὧν ὁ χρόνος …εἰς τὸ θ ἔτος καὶ ἀναλο…ς, ὧν γείτονες νότου χέρσος βορρᾶ τοῦ αὐτοῦ …σιτικὰ ἐδάφη ἀνὰ μέσον …ποτίστρα λιβὸς Χαιρήμονος …ἀπηλιώτου Ὀρσενούφεως …φόρου τοῦ προτελουμένου ἐν δραχμῇ μιᾷ . διὸ ἐπιδίδωμί σοι ἵνα τὸ ἀκόλουθον γένηται ὡς ἐπὶ τῶν ὁμοίων. τῷ κωμογραμματεῖ Τεπτύνεως. τοῦ ἐπιδοθέντος μοι βιβλιδίου περὶ ἐναφειμένης τὸ ἴσον πρόκιταί σοι ἵνʼ εἴ τι ἀκολουθόν ἐστιν ποιήσῃς τὰ δέοντα, ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου ἐάν τι παράνομον γένηται. ἔτους θ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιδ.