Ancient Greek
P.Tebt. 2 330
Documentary Papyri, P.Tebt. 2 330
Not analysed yet
Βωλανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Πάτρωνος ἀπὸ κώμης Τεπτύνεως. ἐμοῦ ἐν ἀποδημίᾳ ὄντος καὶ παραγενομένου εἰς τὴν κώμην εὗρον τὴν οἰκίαν μου σεσυλημένην τε καὶ πάντα τὰ ἔνδον ἀποκείμενα βεβασταγμένα. ὅθεν οὐ δυνάμενος ἡσυχάζειν ἐπιδίδωμι καὶ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι τάδε τὰ βιβλίδια πρὸς τὸ φανέντος τινὸς αἰτίου μένειν μοι τὸν λόγον. διευτύχει.