Ancient Greek
P.Tebt. 2 331
Documentary Papyri, P.Tebt. 2 331
Not analysed yet
Ἀνδρομάχωι στρατηγῷ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Ἀκοῦτος τοῦ Ἡρακλήου τῶν ἀπὸ κώμης Τεπτύνεως. τῇ νεομηνίᾳ τοῦ ἐνεστῶτος μηνὸς Θὼθ Ὀρσενοῦφις καὶ Πουῆρις ἀμφότεροι Μιεῦτος καὶ Θέων καὶ Σαραπᾶς ἀμφότεροι Χαιρᾶ καὶ Πουῆρις Πτολλίωνος καὶ Μάρων Ὀρσέως καὶ Ὀρσεὺς αὐτὸς Πρωτᾶ ἐπῆλθον αὐθάδως εἰς ἣν ἔχω ἐν τῇ κώμῃ οἰκίαν …φασαριων ἐν τῷ πυλῶνι, καὶ λογοποιουμένῳ πρὸς αὐτοὺς ἐπήνεγκάν μοι πληγὰς εἰς πᾶν μέλος τοῦ σώματος καὶ ἐβάσταξαν ὅσα κιθῶνα καὶ ἱμάτιον λευκὰ καὶ πάλλιον …μετυγ λευκὸν καὶ ψαλίδα καὶ ζῦτον καὶ σταθμίον ἁλός καὶ ἕτερα ἃ ἐπὶ τοῦ παρόντος ἀγνοῶ. ἐπέστησα δὲ τὸν τῆς κώμης ἀρχέφοδον καὶ Ἡρακλῆν Ἡρακλείδου. ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σέ.