Ancient Greek
P.Tebt. 2 333
Documentary Papyri, P.Tebt. 2 333
Not analysed yet
Αὐρηλίῳ Ἰουλίῳ Μαρκελλίνῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίας Τισάιτος μητρὸς Ταέως προχρηματισάσης ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος. τοῦ πατρός μου, κύριε, Καλαβάλεως κυνηγοῦ τυγχάνοντος ἀποδημήσαντος σὺν τῷ ἀδελφῷ μου Νείλῳ ἔτι ἀπὸ τῆς γ τοῦ ὄντος μηνὸς πρὸς κυνηγίαν λαγοῶν μέχρι τούτου οὐκ ἐπανῆλθον. ὑφορῶμαι οὖν μὴ ἔπαθον τι ἀνθρώπινον. ἐπιδίδωμι αὐτὸ τοῦτο φανερόν σοι ποιοῦσα πρὸς τὸ ἐὰν ἦσάν τι παθόντες ἀνθρώπινον μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. τυγχάνω δὲ τούτων τὸ ἴσον ἐπιδοῦσα καὶ τῷ στρατηγῷ Αὐρηλίῳ Ἰδιομάχῳ πρὸς τὸ ἐν καταχωρισμῷ γενέσθαι. ἔτους κε Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Χοίακ κϛ.