Ancient Greek
P.Tebt. 2 332
Documentary Papyri, P.Tebt. 2 332
Not analysed yet
Ε…ν…αι… παρὰ Σωτηρίχου Πολλίωνος τοῦ Θέωνος ἀπὸ κώμης Τεπτύνεως. ἐπῆλθόν τινες ληστρικῷ τρόπῳ οἰκίαν μου ἐν τῇ κώμῃ διὰ τῆς εἰς τὴν κβ τοῦ ὄντος μηνὸς Ἁθὺρ νυκτὸς καιρὸν λαβόμενοι τῆς ἐκκοιτείας μου πένθους ἀνδρὸς θυγατρός μου ἕνεκα καὶ πάντα ἃ εἶχον ἐν τῇ οἰκίᾳ μου ἀποκείμενα τὰς θύρας ἐξηλώσαντες ἐβάσταξαν, ὧν τὸ καθʼ ἓν ἐπὶ τοῦ ῥητοῦ ἀποδείξω. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ τὴν δέουσαν ἐξέτασιν γενέσθαι ἐξ ὧν δέον ἐστίν, ἵνʼ ὦ ὑπὸ σοῦ βεβοηθημένος. ἔτους ιζ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ κβ.