Ancient Greek
P.Tebt. 2 335
Documentary Papyri, P.Tebt. 2 335
Not analysed yet
Φιηνοῦς γυνὴ Ἀπολλωνίου βουλευτοῦ Ἀντινόου πόλεως ἐντυγχάνει· ἐποίκιόν μοι Ἀμμωνᾶ ὑπάρχει ἐν τῇ Ἀλεξανδρέᾳ υ… δοθὲν ἐν προικὶ ὑπὸ …μοι πατρὸς Ἑρμαίσκου κατὰ δημοσίους χρηματισμούς, οὗ τὴν δεσποτείαν ἔσχον ἀεὶ καὶ παρὰ Κριτωνίω παρεθέμην τὸ δίκαιόν μου τῆς δεσποτείας καὶ Μύρωνι ἀπεφήνατο …ἄλλην ἐδικαίωσεν μεῖναι ἐν τῇ νομῇ περι…καλ…ν τὴν …τελείαν ἀπόφασιν εἰς τὴν ἐξέτασιν τῶν βιβλίων Ἑρμαίσκου φοβούμενος μὴ ἄρα εὑρεθείη ἐν αὐτοῖς ἐπίληψις ἕνεκα τῆς τοῦ ἐποικίου οἰκειότητος πρὸς τὸν Ἑρμαίσκον. Ἑρμαίσκος δὲ εὕρηται καὶ ἐξήτασται· ὁ εὑρὼν προσφωνείτω σοι καὶ ἀξιῶ ὥσπερ οὖν εἰμι ἐν τῇ νομῇ δικαίως καὶ νέμεσθαι …καὶ παύεσθαί μου τὸν ὀφφικιάλιον τῆς τάξεως ἐνοχλοῦντα. ἐνοχλεῖ γάρ μοι ὡς σοῦ κεκελευκότος διοικεῖν τὰ …,εἰ δέ τι τοιοῦτον ἔδοξας κελεύειν τῷ ὄντι ἀξιοῦμεν …ἐπέχειν σε ἄχρις ἄν σοι παραθώμεθα τὰ δίκαια εν… ὁ αὐτὸς Ἀπολλώνιος ἐντυγχάνει· ξενίδιον πεπραμένον μοι εἰς οἴκησιν ὑπὸ Φλαουίου Φιλαδέλφου ἐν τῇ μεγάλῃ Ἑρμοῦ πόλει ὑπάρχει μοι. ἐκεῖ οὐκοῦν συμβέβηκε …