Ancient Greek
P.Tebt. 2 336
Documentary Papyri, P.Tebt. 2 336
Not analysed yet
Ἥρωνι στρατηγῳ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Νίννου πράκτορος σιτικῶν κώμης Τεπτύνεως πρὸς ἐπιστολὴν γραφεῖσάν σοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Τινηίου Δημητρίου περὶ τοῦ δηλωθῆναι αὐτῷ συνγραφὴν τῶν ὀφειλόντων δηλῶ ὡς ὑπόκειται· ἔστιν ὑποστάσεως τῆς κώμης πυροῦ ἀρτάβαι Δψμβ μη ϙϛ, κριθῆς ἀρτάβαι σνε 𐅵γ ιβ μη ϙϛ, προσόδων ὑπαρχόντων πυροῦ με 𐅵γ ιβ, κριθῆς ἀρτάβαι ι 𐅵. γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαι Δψπζ 𐅵γ ιβ μη ϙϛ, κριθῆς ἀρτάβαι σξϛ γ ιβ μη ϙϛ. ἐξ ὧν μετατίθενται εἰς δημοσίαν γῆν πυροῦ ἀρτάβαι κη 𐅵ιβ. λοιπαὶ πυροῦ ἀρτάβαι Δψνθ γ μη ϙϛ, κριθῆς ἀρτάβαι σξϛ γ ιβ μη ϙϛ, ὧν ἐν ἐποχῇ κατὰ τὰ πρῶτα γ ἔτη πυροῦ μα 𐅵κδ μη. ἐξ ὧν ἐμετρήθησαν πυροῦ ἀρτάβαι α… ὧν τὸ κατʼ ἄνδρα· Ὀρσενοῦφις Ἁτρῆτος …Ἁρφαῆσις Ὀρσενούφεως πυροῦ α, Ἑριεὺς Βουκόλου πυροῦ 𐅵,Πτολεμαῖς Ζεύους πυροῦ κδ 𐅷,Ἀπία Ἥρωνος πυροῦ ιγ δ, Ἀθηνίων Φαρίωνος πυροῦ …ʼ𐅵 γ, …