Ancient Greek
P.Tebt. 2 339
Documentary Papyri, P.Tebt. 2 339r
Not analysed yet
Αὐρηλίωι Σερηνίσκῳ τῶι καὶ Ἑρμησίᾳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Αὐρηλίου Πωλίωνος σιτολόγου κώμης Τεπτύνεως. μηνιαῖος ἐν κεφαλαίῳ τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος δ ἔτους ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους. εἰσὶν αἱ μετρηθεῖσαι τῷδε τῷ μηνὶ διοικήσεως καὶ οὐσιακῶν πυροῦ ἀρτάβαι ροϛ κριθῆς ἀρτάβαι ι, ὧν τὰ δημόσια Τεπτύνεως πυροῦ ἀρτάβαι ιβθ κριθῆς ἀρτάβαι ι, κληρούχων πυροῦ ἀρτάβαι λζ, ὑπὲρ ἄλλων κωμῶν Πολέμωνος Κερκεσήφεως κληρούχων πυροῦ ἀρτάβαι ι, γίνονται αἱ προκίμεναι. καὶ ταύταις προσαναλαμβάνονται ὑπὲρ ποδώματος ἑκατοστῶν β πυροῦ ἀρτάβαι γ 𐅵,…ἑκατοστῆς α ποδώματος πυροῦ ἀρτάβης κδ, ἡμιαρταβίας ποδώματος πυροῦ ἀρτάβης μη, γίνονται ποδώματος καὶ ἄλλων πυροῦ ἀρτάβαι γ 𐅵κδ μη.