Ancient Greek
P.Tebt. 2 340 col. 1
Documentary Papyri, P.Tebt. 2 340_1
Not analysed yet
Φλαυίῳ Ἡρακλέωνι στρατηγῷ Μενδησίου παρὰ Ἀντήους καὶ Θοτέως σιτοπαραλημπτῶν Ἑρμοῦ πόλεως τόπου Ἑρμοπολίτου. συναίρεμα πυροῦ τοῦ μεμετρημένου ἡμῖν ἀπὸ γενήματος τοῦ διεληλυθότος ιδ ἔτους κατὰ μηνιαῖον Μεσορὴ ὑπὸ τῶν πρακτόρων Κέλλεως κωμ…ω κωμητικῶν πυροῦ ῥυπαροῦ ἀρταβῶν ὀκτὼ ἡμίσους, γίνονται πυροῦ ἀρτάβαι η 𐅵,αἱ καὶ ἀποκείμεναι ἐν θησαυρῷ ἐπὶ σφραγῖδι Ἀμμωνίου ἐπισφραγιστοῦ. τὸ δὲ συναίρεμα τοῦτο δισσὸν γραφὲν ἐπὶ τῷ ἁπλοῦν συνηγηθῆναι. ἔτους ιε Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Θὼθ ϛ. Ἀντῆς καὶ Θοτεὺς σιτοπαραλημπταὶ διʼ ἐμοῦ Ἀμμιωνίου γραμματέως σεσημειώμεθα τὰς τοῦ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ, γίνονται πυροῦ ἀρτάβαι η 𐅵.