Ancient Greek
P.Tebt. 2 341
Documentary Papyri, P.Tebt. 2 341
Not analysed yet
Ἀρτεμιδώρωι βασιλικῶι γραμματεῖ Ἀρσινοείτου Θεμίστου μερίδος παρὰ Καπίτωνος κωμογραμματέως Θεοξενίδος. δεήσει ἐπισταλῆναι εἰς δάνεια σπερμάτων κατασπορᾶς τοῦ ἐνεστῶτος δ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ γενήματος τοῦ διεληλυθότος γ ἔτους τοῖς ἀπὸ τῆς προκιμένης κώμης εἰς ἃς γεωργοῦσι πεδίων κώμης Ἀργιάδος βασιλικῆς γῆς ἀρούρας γ 𐅵δ η ξδ σπερμάτων πυροῦ σὺν ὑπολήμψει ε 𐅵μη τελούσας ἀνὰ πυροῦ καθαροῦ ε γ πέμπτον καὶ δέκατον τριακοσιοστὸν καὶ ἑβδομηκοστὸν καὶ πέμπτον κυάμου 𐅵τεσσαρακονταπέμπτον χιλιοστὸν καὶ πεντακοσιοστόν, προσόδου ἀρούρας β τελούσας ἀνὰ πυροῦ καθαροῦ θ εἰκοστὸν εἰκοστὸν καὶ ἑκατοστὸν σπερμάτων πυροῦ σὺν ὑπολήμψει β 𐅵ὀγδοηκοστὸν καὶ τέταρον. Καπίτων κωμογραμματεὺς ἐπιδέδωκα ὡς πρόκειται.