Ancient Greek
P.Tebt. 2 340 col. 2
Documentary Papyri, P.Tebt. 2 340_2
Not analysed yet
Φλαυίῳ Ἡρακλέωνι στρατηγῷ Μενδησίου παρὰ Ἰσιδώρου νεωτέρου ἐν κλήρῳ σιτολογίας κώμης Θχενὺθ τόπου Λυκοπολίτου. συναίρεμα πυροῦ τοῦ μεμετρημένου ἀπὸ γενήματος τοῦ διεληλυθότος ιδ ἔτους ὑπὸ τῶν πρακτόρων κώμης Θχέμεως τόπου Λυκοπολίτου κωμητικῶν διὰ πρεσβυτέρων πυροῦ ῥυπαροῦ ἀρταβῶν πεντήκοντα τεσσάρων τετάρτου, γίνονται πυροῦ ἀρτάβαι νδ δ, αἱ καὶ ἀποκείμεναι ἐν θησαυρῷ ἐπὶ σφραγῖδι Ἀ…αντου ἐπισφραγιστοῦ. τὸ δὲ συναίρεμα δισσὸν γραφὲν ἐπὶ τῷ ἁπλοῦν συνηγηθῆναι. ἔτους ιε Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Θὼθ θ. Ἰσίδωρος νεώτερος σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας πεντήκοντα τέσσαρας τέταρτον, γίνονται πυροῦ ἀρτάβαι νδ δ. ……Φανήτου