Ancient Greek
P.Tebt. 2 351
Documentary Papyri, P.Tebt. 2 351
Not analysed yet
Εὐδαιμονὶς Ἀπολλωνίου προσφορᾶς οἰκίας ἐν κώμῃ Τεπτύνει δοθείσης αὐτῇ ὑπὸ τῆς μητρὸς Ταορσενούφεως Κρονίωνος συνερχομένῃ τῷ ὁμομητρίῳ ἀδελφῷ Κρονίωνι Ἁρποκράτου τέλος δραχμαὶ δ. ἔγραψεν Ἀλέξανδρος Ἑρμίου. Δίδυμος Καλλινίκου τοῦ Διδύμου ἀπὸ Συριακῆς ἡμίσους μέρους οἰκιδίου κλιβανίου ἐν κώμῃ Τεπτύνει παρὰ Τυράννου Παώπεως δραχμῶν χ τέλος δραχμαὶ ξϛ συμβολικὰ τριώβολον. ἔγραψεν ὁ αὐτός.