Ancient Greek
P.Tebt. 2 352
Documentary Papyri, P.Tebt. 2 352
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπὶφ κζ. διέγραψεν Ἀπίωνι καὶ Δημητρίῳ πράκτορσι Κερκεσήφεως Κρονίων Ἀχιλλέως ναυβίου κατοίκων τοῦ αὐτοῦ κα ἔτους χαλκοῦ υκ, προσδιαγραφόμενα χαλκοῦ με, ἐναφεσίων χαλκοῦ τ, προσδιαγραφόμενα χαλκοῦ ξ, κολλύβου ιε, συμβολικὰ τριώβολον, μερισμοῦ ἔργων Κριοῦ δραχμὰς β διώβολον χαλκοῦς β ,καὶ εἰς Ταορσενοῦφιν Ἀμμωνίου ναυβίου κατοίκων ὁμοίως κα ἔτους χαλκοῦ τ, προσδιαγραφόμενα χαλκοῦ λ, κολλύβου χαλκοῦ ι, συμβολικὰ ὀβολὸν ἡμιωβέλιον, μερισμοῦ Κριοῦ δραχμὴν α ἡμιωβέλιον χαλκοῦς β ,διὰ Διδεῖτος.