Ancient Greek
P.Tebt. 2 366
Documentary Papyri, P.Tebt. 2 366
Not analysed yet
ἔτους κη Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι λ. Πόννις Ζωίλου καὶ Εὔτυχος Κουμαρεῖς καὶ μέτοχοι κώμης Τεπτύνεως μεμετρήμεθα ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ εἰς Εὔτυχον Ἑρμοῦς κληρούχων πυροῦ ἀρτάβας ιδ η, καὶ Τααρμιῦσις Πακήβκιος κληρούχων πυροῦ ἀρτάβας ϛ η, ἡ αὐτὴ Ἱερᾶς κληρούχων πυροῦ ἀρτάβας δ κδ, καὶ Ἐπεὶφ θ εἰς Κρονοῦν Ἡρακλήου κατοίκων πυροῦ ἀρτάβας ζ ιβ, ἡ αὐτὴ φυλάκων πυροῦ ἀρτάβην α 𐅷κδ, καὶ εἰς Σαραπάμμωνα Εὐτύχου πρότερον Εἰρήνης Ἀρείου κατοίκων πυροῦ ἀρτάβας ϛ η. γίνονται τοῦ συμβόλου σὺν προσμετρουμένοις πυροῦ ἀρτάβαι λθ 𐅵γ η.