Ancient Greek
P.Tebt. 2 367
Documentary Papyri, P.Tebt. 2 367
Not analysed yet
ἔτους ιη Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουπλίου Σεπτιμίου Γέτα Εὐσεβῶν Σεβαστῶν, παρὰ Πλουτᾶ Σ…ου καὶ μετόχων σιτολόγων κώμης Τεπτύνεως. ἐμετρήθησαν ἡμῖν ἐπὶ τῆς τρίτης τοῦ Παῦνι μηνὸς ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ εἰς Πετεσοῦχον κλειδοποιὸν διὰ δημοσίων γεωργῶν πυροῦ ἀρτάβαι τέσσαρες δίμοιρον ὄγδοον καὶ ἐπὶ τῆς δευτέρας τοῦ Ἐπεὶφ μηνὸς ὁ αὐτὸς διὰ Πάπου σιτομέτρου ἄλλας δημοσίων πυροῦ ἀρτάβας τέσσαρες, γίνονται τοῦ συμβόλου πυροῦ η 𐅷η. καὶ ἐπὶ τῆς ἐννεακαιδεκάτης ὁμοίως ἄλλας κριθῆς ἀρτάβας τρεῖς δωδέκατον, γίνονται ἀρτάβαι γ ιβ. Πλουτᾶς μεμέτρημαι σίτου ια 𐅵γ κδ ὡς πρόκειται.