Ancient Greek
P.Tebt. 2 368
Documentary Papyri, P.Tebt. 2 368
Not analysed yet
ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Ἐπεὶφ κζ. Αὐρήλιος Ἀγαθὸς Δαίμων κοσμητεύσας βουλευτὴς δεκάπρωτος β τοπαρχίας Πολέμωνος μερίδος μεμέτρημαι ὑπὲρ φόρου ἀποτάκτου ἐν θησαυρῷ Τεπτύνεως ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ σκυτάλης ἐπικειμένης ὀνόματος Πλουτίωνος ἀπὸ Κερκεσούχων ὑπὲρ δημοσίων τῆς αὐτῆς κώμης πυροῦ ἀρτάβας τρεῖς ἥμισυ τέταρτον κριθῆς τρεῖς δωδέκατον, γίνονται πυροῦ ἀρτάβαι γ 𐅵δ, κριθῆς ἀρτάβαι γ ιβ, καὶ ἀργυρίου δραχμὰς ε. Αὐρήλιος Ἀγαθὸς Δαίμων κοσμητεύσας βουλευτὴς σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας τρεῖς ἥμισυ τέταρτον κριθῆς γ ιβ.