Ancient Greek
P.Tebt. 2 374
Documentary Papyri, P.Tebt. 2 374
Not analysed yet
Πτολεμαίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Τιθοείους Τ…οργήρεως τοῦ Πακήβκιος ἀπὸ κώμης Τεβτύνεως. βούλομαι μισθώσασθαι εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὴν προγεωργουμένην ὑπʼ ἐμοῦ ἧς ὁ χρόνος τῆς μισθώσεως ἐπληρώθη εἰς τὸ διεληλυθὸς ιδ ἔτος ἀπὸ τῶν περὶ τὴν κώμην ἐδαφῶν ἄρουραν μίαν ,γείτονες νότου Κρονίωνος κλῆρος βορρᾶ ποτίστρα λιβὸς τοῦ αὐτοῦ Κρονίωνος κλῆρος ἀπηλιώτου ἐμοῦ τοῦ Τιθοείους γῆι, ἐκφορίου τοῦ προτελουμένου καθʼ ἔτος ἀσπερμὶ κριθῆς ἀρτάβην μίαν . ἐὰν δέ τι πρὸς ἄβροχον γένηται παραδεχθήσεταί μοι τὸ ἐκφόριον, ἐὰν φαίνηται μισθῶσαι. τῶι κωμογραμματεῖ. εἰ ἀκόλουθον, ἐπιτέλει ὡς καθήκει, ὡς πρὸς σὲ τοῦ λόγου ὄντος ἀπυστὶ μὴ δεόντων γεωργεῖν. ἔτους ιε Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ϛ. Πτολεμαῖος σεσημείωμαι.