Ancient Greek
P.Tebt. 2 375
Documentary Papyri, P.Tebt. 2 375
Not analysed yet
Ἡρακλείδῃ τῷ καὶ Νίννῳ Μύσθου καὶ τῇ τούτου μητρὶ Ἰσιδώρᾳ Ἡρακλείδου παρὰ Ἰσίωνος τοῦ Ἥρωνος ἀπὸ τῆς μητροπόλεως ἀπὸ ἀμφόδου Μακεδόνων. βούλομαι μισθώσασθαι ἑκουσίως καὶ αὐθαιρέτως παρʼ ὑμῶν εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας ὑμῖν περὶ κώμην Βερνικίδα Θεσμοφόρου Πολέμωνος μερίδος κλήρου κατοικικοῦ ἀρούρας ἓξ ἥμισυ περὶ δὲ κώμην Ἰβίωνος Ἀργαίου τῆς αὐτῆς μερίδος κλήρου κατοικικοῦ ἀρούρας τέσσαρες ,τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας δέκα ἥμισυ ἢ ὅσαι ἐὰν ὦσι, τὸ μὲν πρῶτον ἔτος τῆς μισθώσεως τὰς μὲν περὶ Βερνικίδα Θεσμοφόρου ἀρούρας ἓξ ἥμισυ εἰς σπορὰν καὶ ἐπισπορὰν ὧν ἐὰν αἱρῶμαι καθʼ ἔτος πλὴν κριθῆς καὶ κνήκου σπείροντός μου τῷ ἐνεστῶτι τετάρτῳ ἔτι χόρτῳ τῷ δὲ ἑξῆς σπόρῳ, τὰς δὲ περὶ Ἰβίωνα καθʼ ἔτος ἀσπερμὶ κριθῆς ἀρτάβας εἴκοσι πέντε ,τῶν δὲ περὶ Βερνικίδα ὑπὲρ μὲν τοῦ τετάρτου ἔτους ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα τῷ δὲ πέμπτῳ ἔτι ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως πυροῦ ἀρταβῶν ἑκατὸν ἓξ ἥμισυ ,ὧν λήμψομαι ὑπὲρ σπερμάτων πυροῦ ἀρτάβας ἓξ ἥμισυ ,τὰς δὲ λοιπὰς πυροῦ ἀρτάβας ἑκατὸν παραδώσωσοι ἐν τῇ κώμῃ ἐν μηνὶ Καισαρείῳ μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ βασύλλου καθαρὰ ἀπὸ φορέτρων σακκηγίας, τῶν δὲ δημοσίων φορέτρων ὑπὲρ τῶν προκιμένων ἀρουρῶν ὄντων πρὸς ἐμὲ τὸν Ἰσίωνα· καὶ δώσω σοι καθʼ ἔτος ζύμης ἠρτυμένης ἀρτάβης δίμοιρον, σοῦ τ…ς ἀπολ…τω, καὶ μετὰ τὸν χρόνον παραδώσω πάσας τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου δείσης πάσης ὁμαλισμένας ἐὰν φαίνηται μισθώσασθαι ἐπὶ τοῖς προκιμένοις, ἐφʼ οἷς βεβαιώσεις μοι ἀπὸ δημοσίων τῶν ἀρουρῶν. Ἰσίων Ἥρωνος ἔγραψα τὸ σῶμα καὶ μεμίσθωμαι ἐπὶ πᾶσι τοῖς προκιμένοις. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ ια.