Ancient Greek
P.Tebt. 2 378
Documentary Papyri, P.Tebt. 2 378
Not analysed yet
Αὐρηλίοις Σαραπάμμωνι παρήλικι καὶ Ἡρακλείᾳ χωρὶς κυρίου χρηματιζούσῃ ἀμφοτέροις Ἥρωνος ἀπὸ …εως, τοῦ δὲ Σαραπάμμωνος μετὰ κηδεστρίας τῆς ἀδελφῆς Ἡρακλείας τῆς προκειμένης, παρὰ Αὐρηλίου Δημητρίου καὶ ὡς χρηματίζει. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν τὸ ὑπάρχον ὑμῖν περὶ κώμην Θεογενίδα ἥμισυ μέρος σιτικῶν ἀρουρῶν ἐννέα ἐν μιᾷ σφραγῖδι πρότερον οὐσῶν πρὸς Ἥρωνα ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ιγ ἔτους ἐκφορίου τοῦ ἡμίσους μέρους τῶν ἀρουρῶν θ κατʼ ἔτος ἕκαστον ἀσπερμεὶ πυροῦ ἀρταβῶν δεκάδυο ,ἐντεῦθεν δὲ ἔσχον παρʼ ὑμῶν εἰς ἀνάκτησιν ἔργων τῶν ἀρουρῶν παραδοθέντων ὑπὸ τοῦ Ἥρωνος ἐν παραχερσίᾳ ἃς εἰλήφατε παρʼ αὐτοῦ εἰς τὴν ἀνάκτησιν τῶν ἀρουρῶν ἀργυρίου δραχμὰς τριακοσίας πρὸς τὸ καθαρὰς αὐτάς με παραδοῦναι. καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον ἀλλὰ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα περιχωματισμοὺς ποτισμοὺς ὑποσχισμοὺς διβολητοὺς διωρύγων τε καὶ ὑδραγωγῶν ἀναβολὰς ἐμβλημάτων οἰκοδομὰς βοτανισμοὺς σιφωνολογίας καὶ τὰ ἄλλα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιῶν, τῶν δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς τοὺς κτήτορας. τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλω μέτρῳ δρόμῳ τετραχοινίκῳ, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, ἐὰν δὲ μὴ παραδῶ ἀποδώσω ἃς ἔσχον δραχμὰς τριακοσίας ,ἀμεταμίσθωτα καὶ ἀναυτούργητα ἐπὶ τὸν προκείμενον χρόνον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Δημήτριος μεμίσθωμαι τὰς ἀρούρας ἐφʼ ᾧ αὐτὰς παραδώσω ἀνακτηθίσας ἐσχηκότος μου ὑπὲρ αὐτῶν τὰς δραχμὰς τριακοσίας ,καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀρσίνοος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους ιγ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Φαῶφι κα.