Ancient Greek
P.Tebt. 2 379
Documentary Papyri, P.Tebt. 2 379
Not analysed yet
Ἄρτεμις Διοσκόρου μετὰ κυρίου τοῦ ἀνδρὸς ὄντος καὶ ἀδελφοῦ Κρονίωνος τοῦ καὶ Σαραπίωνος καὶ Μάξιμος ἀδελφὸς …ι…ς Μαρσισούχῳ Πακήβκις ἱερεῖ χαίρειν. πεπράκαμέν σοι τὸν κατεσπαρμένον ἐν ταῖς ὑπαρχούσαις ἡμῖν ἀρούραις πέντε περὶ Θεογονίδα χόρτον εἰς κοπὴν καὶ ξηρασίαν τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους κατὰ τὸ ἐπιβάλλον ἡμῖν δίμοιρον μέρος ὃν καὶ ημεῖς ἔσχομεν παρὰ τῶν προόντων ἐν αὐτῷ γεωργῶν, ὧν καὶ τὴν συμπεφωνημένην τιμὴν ἀπέχομεν ἐκ πλήρους καὶ βεβαίωσομέν σοι ἀπὸ δημοσίων καὶ ἰδιωτικῶν, πρὸς ἡμᾶς ὄντων τῶν μέχρι τέλους μερισμῶν. ἡ χεὶρ κυρία ἔστω. ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ δ. Κρονίων ὁ καὶ Σαραπίων Σαραπίωνος ὡς ἐτῶν μα.