Ancient Greek
P.Tebt. 2 386
Documentary Papyri, P.Tebt. 2 386
Not analysed yet
…ἔτους ιη Καίσαρος Παῦνι ιβ, κεχρημάτισται διὰ Ἡρώδου συναλλαγματογράφου …α… Πακῆμις Πακήμιος τῶν ἀπὸ Ἱερας τῆς Πολέμωνος μερίδος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον παρὰ Ταμεισχε… τῆς Σοκονώπιος τῆς γυναικός μου φερνὴν σὺν ἱματισμῷ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας ἃς καὶ ἀποδώσω. ἐὰν δὲ χωρισμὸς γένηται ἀπʼ ἀλλήλων ἐκτείσω ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐάν μοι παραγγείλῃ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας καθότι προγέγραπται, καὶ τέθειμαι τὴν συνγραφὴν κυρίαν παρὰ Πτολεμαίῳ. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἱππίας Ἱππίου ἀξιωθεὶς διὰ τὸ φάσκειν αὐτὸν μὴ ἐπίστασθαι γράμματα. …α…δ… …ρος Πακῆμις.