Ancient Greek
P.Tebt. 2 387
Documentary Papyri, P.Tebt. 2 387
Not analysed yet
Πανῆσις Πακήβκις Διοσκόρῳ Μάρωνος χαίρειν. ἔχω παρὰ σοῦ ἐν παραθήκῃ διὰ χειρὸς ἐξ οἴκου ἀφʼ ὧν χειρίζεις δημοσίων ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ,ἃς καὶ ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῇ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Ἐπὶφ δ.