Ancient Greek
P.Tebt. 2 389
Documentary Papyri, P.Tebt. 2 389
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κζ, κατὰ διεκβολὴν τῆς Σαβείνου τραπέζης Ταμείων. Ἰσιδώρα Ἡρακλείδου τοῦ Μελεδήμου μετὰ κυρίου τοῦ συγγενοῦς Ἀπίωνος τοῦ Ἀπίωνος Ταμύσθᾳ Ὠριγένους τοῦ Ὠριγένους μετὰ κυρίου τοῦ υἱοῦ Πτολεμαίου τοῦ Πτολεμαίου χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς τρισχιλίας πεντακοσίας, γίνονται δραχμαὶ Γφ, εἰς ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Παχὼν τόκων δραχμιαίων ἑκάστῃ μνᾷ κατὰ μῆνα, ἃς καὶ ἀποδώσειν ἐν μηνὶ Φαρμοῦθι τοῦ εἰσιόντος ε ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου σὺν ταῖς συναγομέναις τόκου αὐτῶν δραχμαῖς τετρακοσίαις εἴκοσι ,ἀκολούθως ῇ πεποίηται Ταμύσθα κεφαλαίου δικαίου γραφείσῃ ὑπαλλαγῇ διὰ τῆς βιβλιοθήκης.