Ancient Greek
P.Tebt. 2 391
Documentary Papyri, P.Tebt. 2 391
Not analysed yet
Ἡρακλῆς καὶ Ἀθηνόδωρος καὶ Ἥρων καὶ Ζωίλος οἱ τέσσαρες πράκτορες λαογραφίας κώμης Τεβτύνεως ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως διῃρῆσθαι ἔτι ἀπὸ μηνὸς Ἁθὺρ ιε ἥ ἐστιν ἀρίθμησις Φαῶφι τοῦ τρίτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου πρὸς μόνον τὸ ἐνεστὸς τρίτον ἔτος Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, τὸν μὲν Ἀθηνόδωρον καὶ Ἡρακλῆν κεκληρῶσθαι τοὺς ἐν τῇ κώμῃ καταγινομένους καὶ ἐπικαθημένους ἄνδρες, τὸν δὲ Ἥρωνα καὶ Ζωίλον καὶ αὐτοὺς κεκληρῶσθαι πάντας τοὺς ἐν ἑτέραις κώμαις καταγινομένους καὶ ἐπικαθημένους καὶ μητροπόλει, ἐφʼ ᾧ διαγράψωσι οἱ τὸ ἐπίξενον κληρωσάμενοι κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς χιλίας ἑκατόν ,τοὺς δὲ τὴν κώμην κληρωσαμένους ποιῆσαι κατὰ μῆνα τὸ λοιπὸν τῆς ἐπιβολῆς τῆς λαογραφίας, τὸ δὲ ὀψώνιον τοῦ μαχαιροφόρου εἶναι πρὸς τοὺς τὴν κώμην κληρωσαμένους. εἴ τις δὲ ἡμῶν τῶν τεσσάρων ἐὰν παραβῇ πρὸς τὰ προγεγραμμένα ἐκτείσει τῷ μένοντι ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἡ χείρ ἥδε κυρία ἔστω ὡς ἐν δημοσίωι κατακεχωρισμένη. τὸν δὲ ἐσόμενον ἐπικλασμὸν τοῦ ἐνεστῶτος γ ἔτους ἕκαστος ἀπαιτήσει οὓς κεκλήρωται ἄνδρες. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ …