Ancient Greek
P.Tebt. 2 392
Documentary Papyri, P.Tebt. 2 392
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Κρονίων Κρονίωνος τοῦ Ἥρωνος ὡς ἐτῶν εἴκοσι …οὐλὴ ἀντικνημίωι δεξιῶι τῇ ἑαυτοῦ ὁμοπατρίωι καὶ ὁμομητρίῳ ἀδελφῇ Εὐδαιμονίδι τῇ καὶ Πολίττῃ ὡς ἐτῶν τεσσαράκοντα ἓξ οὐλὴ γόνατι δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Εὐτύχου τοῦ Ὡρίωνος ὡς ἐτῶν εἴκοσι οὐλὴ χειρὶ ἀριστερᾷ ἐπάναγκον τὸν Κρονίωνα παρέξεσθαι τὴν ἀδελφὴν Εὐδαιμονίδα τὴν καὶ Πόλιτταν ἀπαρενόχλητον καὶ ἀνείσπρακτον καὶ ἀπερίσπαστον κατὰ πάντα τρόπον ὑπὲρ ὧν γράφεται ὁ ἀνὴρ αὐτῆς ὢν δὲ καὶ ἀδελφὸς Ὡρίων ὃς τετελεύτηκεν Ταωτίωι Ἡρακλείδου καθʼ ὁμολογίαν παραθήκης ἐπὶ τοῦ τρίτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεσορὴ νουμηνίᾳ διὰ τοῦ ἐνταῦθα γραφείου χρυσίου δοκιμίου τεταρτῶν πέντε καὶ ἀργυρίου ἐπισήμου καὶ ἑτέρων ἐφʼ οἷς ἡ ὁμολογία περιέχει, διὰ τὸ τὸν Κρονίωνα ἐσχηκέναι ταύτας εἰς τὸ ἴδιον τὸν δὲ Ὡρίωνα μηδὲν ἁπλῶς λαβόντα κατὰ παράκλησιν γεγράφθαι αὐτῶν. Κρονίων Κρονίωνος ὁμολογῶ παρέξεσθαι τὴν ἀδελφήν μου Εὐδαιμονίδα τὴν καὶ Πόλιτταν ἀπαρενόχλητον καὶ ἀνείσπρακτον καὶ ἀπερίσπαστον κατὰ πάντα τρόπον ὑπὲρ ὧν γράφεται ὁ ἀδελφὸς ἡμῶν Ὡρίων Ταωτίῳ Ἡρακλείδου κατὰ παραθήκην ἐφʼ οἷς περιέχει διὰ τὸ ἐμὲ ἐσχηκέναι εἰςτὸ ἴδιον τὸν δὲ Ὡρίωνα μηδὲν ἁπλῶς λαβόντα κατὰ παράκλησιν γεγράφθαι αὐτῶν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Σαγάθης Ἀρείου μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.