Ancient Greek
P.Tebt. 2 394
Documentary Papyri, P.Tebt. 2 394
Not analysed yet
Δίδυμος ὁ καὶ Λούρις Λυσιμάχου Λυσιμάχῳ Πασίωνος χαίρειν. ἔσχον παρὰ σοῦ τιμὴν συναγοραστικοῦ πυροῦ οὗ ἀντανῄρησαι ἐκ δημοσίας τραπέζης ὀνόματος μὲν Πτολέμας Διδύμου Κερκεσήφεως πυροῦ ἀρτάβας πέντε τέταρτον καὶ Ταμύσθας Λυσιμάχου Τεπτύνεως ἀρτάβην μίαν ἥμισυ καὶ Κερ κευσείρεως ὁμοίως μίαν ἥμισυ ,γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι ὀκτὼ τέταρτον, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν ἑπτὰ, τὰς συναγομένας δραχμὰς πεντήκοντα ἑπτὰ τετρώβολον ἡμιωβέλιον, γίνονται δραχμαὶ νζ τετρώβολον ἡμιωβέλιον. ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ κζ.