Ancient Greek
P.Tebt. 2 395
Documentary Papyri, P.Tebt. 2 395
Not analysed yet
ἀντίγραφον. ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ζ, διὰ τῆς Μέλανος τραπέζης ἄντικρυς Τυχαίου. Σωτήριχος …ου Παππίωνι ἀποδεδειγμένῳ γυμνασιάρχῳ …είνου γεγυμνασιαρχηκότος διὰ Γερμανοῦ ἀπέχειν αὐτὸν παρὰ τοῦ Σωτηρίχου ὃν ὤφειλεν αὐτῷ κατὰ διὰγραφὰς δύο τῆς αὐτῆς τραπέζης ἐλαίου ἐλαίνου μετρητὴν ἕνα ,καὶ μηδὲν αὐτὸν ἐγκαλεῖν περὶ μηδενὸς ἁπλῶς πράγματος ἐγγράπτου καὶ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί, καὶ ἀκύρους εἶναι τὰς διαγραφὰς παντὶ τῷ …ντι. Παππίων ἀποδεδειγμένος γυμνασίαρχος διὰ Γερμανοῦ ἀπέχω παρὰ τοῦ Σωτηρίχου ὃν ὤφειλέ μοι ἐλαίου μετρητὴν ἕνα κατὰ διαγραφὰς δύο τῆς αὐτῆς τραπέζης ἃς καὶ ἀκύρους εἶναι, καὶ οὐδὲν ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς πράγματος καθὼς πρόκειται. ἀντίγραφον διαστολῆς τοῦ Παππίωνος ἀποδεδειγμένου γυμνασιάρχου ἀπέχοντος παρὰ τοῦ Σωτηρίχου ἀπόδοσιν μετρητοῦ α.