Ancient Greek
397.r.28 to 397.v.2
Documentary Papyri, P.Tebt. 2 397.r.28-397.v.2
Not analysed yet
κοσμητεύσας τῆς Ἀρσινοειτῶν πόλεως προστασίας εὐθηνίας. ἀνέγνων. Δημήτριος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρέτης μετενήνοχα, χρόνος ὁ αὐτός. ὑπογραφεὺς τῆς ὁμολογούσης καὶ τοῦ κυρίου φαμένων μὴ εἰδέναι γράμματα Ἡρακλείδης Πτολεμαίου ὡς ἐτῶν με οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. Τυραννὶς θυγάτηρ Σαραπίωνος ἐξηγητεύσαντος μετὰ κυρίου οὗ ἑκουσίως ᾕρημαι κατὰ τὸν προκείμενον τοῦ ἐξηγητοῦ χρηματισμὸν Κρονίωνος Ἥρωνος ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Τούρβωνος καὶ Μελανοῦτος καὶ Ταώφεως καὶ Πολείωνος καὶ Ἡρακλείας καὶ Σερήνου τὰς τοῦ κεφαλαίου δραχμὰς χιλίας τεσσαράκοντα καὶ ὑπὲρ τόκων τὰς ἴσας, τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς δισχιλίας ὀγδοήκοντα ,ἴσας ὧν ὤφειλε σὺν τοῖς ἑτέροις καὶ προκιμένοις κατὰ τὸν προκίμενον τρόπον, καὶ οὐδὲν ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς ἀλλὰ τὸν ἐπελευσόμενον ἐκ τοῦ ἰδίου ἀποστήσω, τῶν δραχμῶν διαγραφομένων εἰς τὸ δημόσιον ὑπὲρ τοῦ προδηλουμένου μου ἀνδρὸς Πτολεμαίου, καθὼς προκείται. Ἡρακλείδης Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Τούρβων καὶ Μελανοῦς καὶ Ταῶπις καὶ Πωλίων καὶ Ἡράκλεια καὶ Σερῆνος γέγονεν εἰς ἡμᾶς ἡ ἀποχὴ ὡς πρόκειται. Κρονίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Ἀπίων διέπων τὰ κατὰ τὴν νομογραφίαν διὰ Ἀμμωνίου κεχρημάτικα, χρόνος ὁ προκείμενος. ἔτους ϛ Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ.