Ancient Greek
P.Tebt. 2 398
Documentary Papyri, P.Tebt. 2 398
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου ιη διὰ τῆς Μέλανος τραπέζης ἄντικρυς Τυχαίου. Ἡρακλείδης Πετεαμύνιος τοῦ Ἁρμιύσιος ἀπὸ κώμης Ἀφροδείτης Πολέμωνος μερίδος Πασίωνι Κρονίωνος τοῦ Ἥρωνος μὴ ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν τὸν Ἡρακλείδην τῷ Πασίωνι περὶ ὧν διέγραψεν ὁ Πασίων ὥς φησιν ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς Ἑρμογένη Ἀπολλωνίου δραχμῶν μη ὀβολῶν δ ο… …σον διαγραφῆναι …εινο… …ησιν Κλαυδίου Ἰσιδώρου ὑπὲρ τῶν διαγραφομένων καὶ τ…ει …ἐάν τις ἐγκαλέσῃ τῷ Πασίωνι περὶ τούτων ὁ Ἡρακλείδης ἐγβιβάσει αὐτὸν ἐπὶ τοῖς εἰς αὐτοὺς συμπεφωνημένοις.