Ancient Greek
P.Tebt. 2 408
Documentary Papyri, P.Tebt. 2 408
Not analysed yet
Ἱππόνικος Ἀκουσιλάῳ τῷ φιλτάτῳ πλεῖστα χαίρειν. ἐπιστάμενον πῶς σε τίθεμαι καὶ φιλῶ, παρακαλῶ σε περὶ υἱῶν μου τῆι φιλοστοργίᾳ τῶν περὶ Σωτήριχον μὴ ἐᾶσαι πυρὸν αὐτοῖς δοθῆναι. ἔγραψα δὲ καὶ Λυσιμάχῳ τῶι φιλτάτῳ μου περὶ τῶν αὐτῶν ὡς καὶ σοί. μὴ οὖν ἄλλως ποιήσῃς, καὶ σὺ δὲ περὶ ὧν βούλει γράφε, τὰ δʼ ἄλλα ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους λβ Καίσαρος Ἐπεὶφ ιε. διοικητῆι Ἀκουσιλάῳ.