Ancient Greek
P.Tebt. 2 409
Documentary Papyri, P.Tebt. 2 409
Not analysed yet
Δωρίων Ἀκουσιλάωι τῶι διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. ἐπὶ τῆς πόλεώς σε ἠρώτησα δούς σοι δραχμὰς ιβ ὅπως Λυσιμάχῳ δῷς καὶ ἐρωτήσῃς αὐτὸν ὑπὲρ ἐμοῦ ὅπως γ τελείους μύκλους συντόμως πέμψηι, εἰδὼς ὅτι ἐξουσίαν αὐτῶν ἔχει καὶ Λυσίμαχος καὶ σύ. σὲ δὲ ἠρώτησα, φίλτατέ μου, εἰδὼς ὅτι ἐπιτήδειόν σοι καὶ καλοὺς ἕξω καὶ τελείους καὶ εὐνοικοὺς διὰ σέ. ἔρρωσο. ἔτους λδ Καίσαρος Παῦνι κα. εἰς πόλιν Ἀκοῦτι διοικητῆι.