Ancient Greek
P.Tebt. 2 410
Documentary Papyri, P.Tebt. 2 410r
Not analysed yet
Ἑρμίας Ἀκουσιλάωι τῶι φιλτάτωι πλεῖστα χαίρειν. Σωτηρίχωι τῶι λάξωι …πρόσεχε χάριν οὗ παρορίζεται ὑπὸ γείτονος ἐωνημένου τῶν γειτνιωσῶν αὐτῷ ε… Λυσιμάχῳ τῶι κωμογραμματεῖ. μνήσθητι ὡς ἐν τῷ Τριστόμῳ με ἐφιλοτιμοῦ σὺν ἐμοὶ μεῖναι. ἐρωτῶ σε ταχύτερον συσχεῖν τὸ πρᾶγμα ἵνα κδ ἐρχόμενος πρὸς ἐμὲ ὁ Σωτήριχος ἀνθομολογήσηται περὶ τῆς σπουδῆς τὰ διπ. ἔρρωσο. ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ιζ.