Ancient Greek
P.Tebt. 2 411
Documentary Papyri, P.Tebt. 2 411
Not analysed yet
Παυλεῖνος Ἥρωνι τῶι υἱῶι χαίρειν. ἅμα τῷ λαβεῖν μου τὴν ἐπιστολὴν αὐτῇ ὥρᾳ ἄνελθε, ὁ γὰρ κράτιστος ἐπιστράτηγος ἱκανῶς σε ἐπεζήτησε. οἷός τε ἦν καὶ προγράψαι εἰ μὴ ἐπηγγειλάμην σήμερόν σε παρέσεσθαι. μὴ οὖν ἄλλως ποιήσῃς, μηδὲν μέντοι θορυβηθῇς, παραγενόμενος γὰρ εἴσῃ ὅ τι ποτέ ἐστιν. ἐρρωσθαί σε εὔχομαι. Παχὼν γ. …