Ancient Greek
P.Tebt. 2 412
Documentary Papyri, P.Tebt. 2 412
Not analysed yet
Δαμᾶς ὑπηρέτης Ἀρτεμιδώρᾳ τῇ ἀδελφῇ μου χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημά σου κατʼ ἑκάστην ἡμέραν ποιῶ. καλῶς ποιήσεις ἄνελθε εἰς τὴν μητρόπολιν τοῦ νέου ἔτους ἐπὶ καὶ ἐγὼ ἀνέρχομαι εἰς τὴν πόλιν. ἀσπάζου τὴν μητέρα σου καὶ τὸν πατέρα σου. ἐρρῶσθαι εὔχομαι.