Ancient Greek
P.Tebt. 2 413
Documentary Papyri, P.Tebt. 2 413
Not analysed yet
Ἀφροδίτη Ἀρσινοῆτι τῇ κυρίᾳ πολλὰ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς κατʼ ἑκάστην ἡμέραν εὐχομένη σοι τὴν ὑγείαν. εὐθέως ἀπεκατέστησα τῇ τοῦ Μαμερτίνου ὃ διεπέμψω, καὶ τὸ χαρτάριον ἔλαβεν Σερηνίων ἐσφραγισμένον. μὴ δόξῃς με, κυρία, ἠμεληκέναι σου τῶν ἐντολῶν. Εὐφροσύνη μετὰ τὸ τεμεῖν αὐτὴν τὸ δαλματίκιον Ἰσίδωρον ἐπυθετο. καὶ κόμισαι διʼ Ἀρτήους καὶ τὸ προχείριον καὶ τέσσερα ἀνάβολα καὶ τέσσαρα Ποτιολανὰ καὶ ἓν σικερώτιον καὶ ε καλάμους στημίων, ταῦτά σοι συνηλλάγη πέμπειν ἐκ τῶν μισθαρίων αὐτῆς. κεκόμισμαι τὸν κλουβὶν παρὰ Διδύμου. ἀναχρονίζομέν σοι πέμποντες ἐπιστόλια διὰ τὸ μηδέναν ενα…οι ἔχειν. ἀσπάζεταί σε Ἀνβροσία καὶ …αλη… καὶ Ἀθηνόδωρος καὶ Θερμοῦθις καὶ ὁ οἶκος αὐτῆς, καὶ αἱ φίλαι σου πᾶσαι ἀσπάζονται τούς σε φιλοῦντες. ἀπόδος παρʼ Ἀφροδίτης κυρίᾳ.