Ancient Greek
P.Tebt. 2 419
Documentary Papyri, P.Tebt. 2 419
Not analysed yet
Ἥρων Ἥρωνι τῷ τιμιωτάτῳ χαίρειν. πάντως ἐν τῇ αὔριον, ἥτις ἐστὶν κε, πέμψον τὴν ὄνον ὅπως σφραγισθῇ. ὅρα μὴ ἀμελήσῃς, ἐπὶ τριβοῦνος ἐνθάδε σήμερον ἐγένετο τούτου χάριν. ἐὰν μὲν ἑτοίμη ἦν ἡ θυγάτηρ μου, ἀνερχέσθω διὰ τῆς ὄνου, ἡ δὲ ἄλλη ὄνος μὴ ἀνερχέσθω ἄχρι οὗ σοι δηλώσω. ἐὰν δὲ ἡ θυγάτηρ μὴ ἀνέρχηται γέμισον χόρτου ὑπὸ νύκταν πέμψον. μελησάτω σοι περὶ τοῦ ποτισμοῦ τοῦ κολοφωνίου καὶ σιμιαιτος καὶ περὶ τοῦ χόρτου. ἐρρῶσθαι εὔχομαι. Ἥρωνι φροντιστῇ.