Ancient Greek
P.Tebt. 2 420
Documentary Papyri, P.Tebt. 2 420
Not analysed yet
Αὐρήλιος Σαραπίων Πωλίωνι τῷ ἀδελφῷ καὶ Διογένι τῷ πατρὶ πλεῖστα χαίρειν. οἴδατε ὅτι ἀπὸ ζημίας εἰμὶ καὶ ἀλόγως ἐξήλθατε ἀπʼ ἐμοῦ μὴ δόντες μοι χάλκινα. ἠγόρασα β χάρτας εἰς τοὺς σωματισμοὺς τῶν σιτικῶν τοῦ βασιλικοῦ καὶ δραχμὰς κη ὑπὲρ συμφωνίας τῆς ἀβρόχου αὐτῷ πάλιν τῷ βασιλικῷ. πάντα οὖν ποιήσατε ὡς ἂν ἀνάγκης οὔσης πέμψατέ μοι τὰς ἐμὰς δραχμὰς νβ· καὶ συνλέξατε καὶ ὑμεῖς εἰς τὸν ἐμὸν λόγον ἄλλας δραχμὰς ξ, ἐπὶ γὰρ χρείαν ἔχω …ην μέση ποεῖται. ἀναγκαίως οὖν, κύριέ μου ἀδελφὲ Πωλίων, μνήσθητί μου ὃ καὶ ἐγὼ πεποίηκά σοι ἀπὸ ἀρχῆς μέχρι τέλους καὶ πάλιν σοιὑπηρετῶ. παρακάλεσόν μου τὸν ἀδελφὸν ὥστε πρὸς σὲ ἐλθεῖν ἕνεκα τῶν κριθαρίων καὶ μετάδος Διογένι ἵνα καὶ αὐτὸς δοῖ ἀρτάβην κριθῆς εἰς λόγον ὀψωνίων. δὸς οὖν τὴν ὀνήν σου ἵνα ἀνασπασθῇ ἀναγκαίως, ἐπὶ γὰρ κατάκλειστός εἰμι μέχρι σήμερον ἐν τῷ λογιστηρίῳ, καὶ δήλωσόν μοι ἀναγκαίως περί μου τί ἔπραξας. ἐρρῶσθαι εὔχομαι. …ον τῷ ἀδελφῷ σοι Σαραπίων.