Ancient Greek
P.Tebt. 2 423 Ro
Documentary Papyri, P.Tebt. 2 423
Not analysed yet
Αὐρηλίῳ Νεμεσίωνι φροντιστῇ χαίρειν καὶ ἄλλοτέ σοι ἔγραψα ὑπομιμνήσκων περὶ τῶν ἔργων καὶ ἔμαθον εἰληφότα παρʼ Ἀματίου τὸν ἄρακα. ἤδη οὖν ὡς διετάγη χωρησάτω εἰς τὴν Τβεκλῦτιν χορτάρακός τε καὶ ἄρακος μοναχὸς εἰς σπέρματα. περὶ τῶν βοῶν μὴ ἀμελῇς μηδὲ θλῖβε αὐτά, καὶ αὐτὸς γὰρ ἐπίστασαι ὅτι ἀτροφεῖ. καὶ γὰρ ἐνετειλάμην σοι ἀνερχόμενος γενέσθαι σε εἰς Νεμέρη τῆς Ὀξυρυγχίτου πρὸς ἀναζήτησιν χόρτου καὶ οὔπω μοι ἐδήλωσας περὶ τούτου ὡς εἰς ἀγωνίαν με γενέσθαι ἐν τῷ παρόντι. ἐὰν εὕρῃς ἀγοραστὰς τῶν περισσῶν ὄνων παραχώρησον μέχρι τριῶν . ἔγραψά σοι οὖν ὅπως πέμψῃς τὰ κτήνη ὑπὸ χόρτον Ἡρωνι· ἐὰν οὖν μὴ ἦς λαβὼν τὰ πρόβατα πρὸς κοιτασμὸς ἢ μετὰ σοῦ καὶ σὺ τὰ κτήνη παράσχες . ἐὰν γένωνται πρός σε οἱ γεωργοὶ θέλοντες σπέρματα δήλωσόν μοι ταχέως ἵνα πέμψω ποθὲν αὐτοῖς μέτρα τινά. γινώσκειν δέ σε θέλω ὅτι τὰς β ἀρούρας τῆς Ῥεγνυτι…ου τῆς Λαβέωνος ἠγόρασα· γενοῦ οὖν ἐκεῖ πρὸς κατεργασίαν αὐτῶν καὶ ἀπόλυε τὸν γεωργόν. ἆρα μὴ α…οστολο… τῆς λινοκαλάμης παρα…σον εἰς τὸ ἐποίκιον καὶ ἐπικοίτησον ἕως λάβῃς τὴν τιμήν, καὶ περὶ δὲ ὧν σοι δέδωκα ἔργων εἰς τὸ ἐποίκιον μελησάτω λαβεῖν αὐτά. ἐὰν καλῶς πράσσῃ Στράβων πανταχόθεν ἀγόρασον αὐτοῦ καλὸν χιτῶνα ἄξιον δραχμῶν μ. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος …ος λαυ Νεμεσίωνι φροντιστῇ.