Ancient Greek
P.Tebt. 2 422
Documentary Papyri, P.Tebt. 2 422
Not analysed yet
Αὐρήλιος Σύρος Αὐρηλίῳ Ἀκουτᾶτι τῷ ἀδελφῷ χαίρειν. …υπ… καλῶς ποιήσεις …ρ… ἐπιστολὴν τα…υ… ἐπὶ ἡ ἀδελφή σου νωθρεύεται, παραδοὺς τὴν οἰκίαν τοῖς περὶ Κρονίωνα καὶ Σαραπάμμωνι καὶ τὰ βιβλία τῆς ἀδελφῆς σου. ἐρεῖς Ταωσᾶτι ὕπαγε μετὰ Μέλανος πρὸς Νεμεσᾶν, δέξαι παρʼ αὐτοῦ τὰς δραχμὰς ρ. ἀσπάζομαι τὴν γυναῖκάν μου καὶ τὰ παιδία μου καὶ Σεραπάμμωνα καὶ Ἀματίαν καὶ τοὺς ἐνοίκους πάντες κατʼ ὄνομα. Ἡραὶς Ἀττινέου κβ εἰκάδι καὶ δευτέρᾳ μηνός τέτοκεν θῆλυ, πρὸς σήμερον κατάκειται καὶ οὐ δύναμαι ἐλθεῖν πρὸς Ἀματίαν. νῦν πέμψον Ἀκουτᾶν εὐθέως. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἀπόδος Ἀκουτᾶτι ἀπὸ Σύρου ἀδελφοῦ εἰς Τεπτῦνιν.