Ancient Greek
700.1.1 to 700.2.52
Documentary Papyri, P.Tebt. 3.1 700.1.1-700.2.52
Not analysed yet
ἔτους μϛ …πέπτωκεν ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν Διονυσίωι τραπεζίτηι ὥστε βασιλεῖ εἰς τὸν κεχωρισμένον λόγον τῶν λημμάτων παρʼ Ἀμμωνίου κατὰ τὴν ὑποκειμένην διαγραφὴν χαλκοῦ πρὸς ἀργύριον τάλαντα ε, …τέλος Γ, ἑξηκοστῆς φ, χιλιοστῆς λ. Θέων Διονυσίωι χαίρειν. δεξάμενος παρʼ Ἀμμωνίου συνυπογράφοντος Ἰσχυρίωνος τοῦ βασιλικοῦ γραμματέως χαλκοῦ πρὸς ἀργύριον τάλαντα ε καὶ τὴν δεκάτην καὶ τὰ ἄλλα τὰ καθήκοντα ἀνένεγκʼ εἰς τὸ βασιλικὸν κατὰ τὴν ὑποκειμένην διαγραφήν. ἔρρωσο. ἔτους μϛ… βασιλεῖ καὶ βασιλίσσηι Ἀμμώνιος Ταυρίνου τῶν κατοικούντων ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος εἰς τιμὴν ……συνόδου ἐν ἱερᾷ γῆι τῆς οὔσης περὶ τὴν αὐτὴν κωμὴν ἐμβρόχου ἐν δυσὶ σφραγῖσι ἀρουρῶν κη, γείτονες τῆς μὲν πρώτης νότου …,ἀπηλιώτου τῆς ὀρεινῆς διώρυγος ……καὶ τῶν μετόχων φοινικών, βορρὰ ……λιβὸς ὀρεινὴ διῶρυξ ……τῆς δὲ δευτέρας γείτονες νότου …βορρᾶ ……ἀπηλιώτου Ἰσιεῖον καὶ …λιβὸς ……ελάβομεν ἐκ…εκ… διὰ Φιλίνου τῶν πρώτων φίλων καὶ στρατηγοῦ καὶ γραμματέως τοῦ ……λογιστηρίου ἀπὸ τοῦ ὑποκειμένου προστάγματος …τοῦ ἐκκειμένου ἐν Κροκοδίλων πόλει τῆι β τοῦ Θωὺθ τοῦ μϛ ἔτους. βασιλέων προσταξάντων. θε… …ἐπὶ τῶν ἰδίων ……ους ἀλλὰ καὶ εἰς γυμνασιαρχίας καὶ …ους τὰ ἐκ πλείονος χρόνου καὶ διὰ …ετι συνλελεγμένα οὓς ἴδια ἐξαργυρι…ταμένους τὸν λοιπὸν τοῦ ζῆν χρόνον …ηρίων ἐλαττωμένους διὰ τὴν …σπουδὴν τῶν ἡγουμένων καὶ τῶν …των ὥστʼ ἐκ τοῦ τοιούτου μηδεπότε …ιτυγχάνειν, πάντων δὲ τὰ ἴδια …νομένας παραγγελίας καὶ συνλόγους …ούμενοι εἰς εὐδίαν πάντας ἀπο… …ς περιαιρεθέντων πρὸς τὸ καὶ τῆς …μένης ἀπερισπάστους γενηθέντας …προστετάχαμεν τὰ ἐν Ἀλεξανδρείᾳ γυμνάσια καὶ …καὶ πολιτεύματα καὶ συνόδους ἐκδιοικεῖν ἀνα …γεσθαι πλὴν τοῦ προτέρου πολιτικοῦ …καὶ κατὰ τὴν χώραν γενηθῆναι ὅσα μὲν …προστετάχαμεν διὰ τοῦ προεκκειμένου ἐν τῶι …ἔτει προστάγματος …τοὺς ἔχοντάς τι τῶν ἐν τῶι Ἀρσινοΐτηι νομῶι γυμνασίων καὶ …καὶ συνόδων καὶ πολιτευμάτων ἀπογράφεσθαι …ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἂν ἡμέρας τὸ πρόσταγμα ἐκτεθῆι καὶ …ν ἐν ἄλλαις πέντε ,τοὺς δὲ γυμνασιάρχους καὶ …καὶ ἐγλογιστὰς καὶ οἰκονόμους καὶ …καὶ τοὺς ἄλλους πάντας τοὺς ἔχοντάς τι τῶν τοιούτων …ναι …ἐν ἄλλαις ἡμέραις πέντε καὶ ἀναφέρειν ἐν ταῖς …τὸν δὲ μὴ οὕτω ποιήσαντα θανάτωι ἔνοχον εἶναι· μηνύειν δὲ τὸν βουλόμενον …είου ἐφʼ ὧι ὁ μὲν ἐλεύθερος λήψεται τῆς τοῦ ἐνσχεθησομένου οὐσίας τὸ τρίτον μέρος, ὁ δὲ δοῦλος ἐλεύθερος ἔσται καὶ προσλήψεται τὸ ἕκτον. τοῖς δὲ προσελευσομένοις πρὸς τοὺς ἀγορασμοὺς