Ancient Greek
700.3.53 to 700.4.99
Documentary Papyri, P.Tebt. 3.1 700.3.53-700.4.99
Not analysed yet
τῶν προκειμένων αἱ διαγραφαὶ ἐγδοθήσονται ἐκ τοῦ βασιλικοῦ, καὶ ἐξέσται αὐτοῖς χρῆσθαί τε καὶ οἰκονομεῖν ἀνυπευθύνοις οὖσιν. …πρὸς ἃ καὶ Ἰσχυρίωνος τοῦ βασιλικοῦ γραμματέως ἐπιδόντος τὰς γραφὰς ὡς …ἀνενηνοχέναι τοὺς κωμογραμματέας διὰ τῶν …ων ὑπάρχειν τοῖς προκειμένοις τὰς προκειμένας ἐμβρόχου ἀρούρας κη ὧν …εἶναι τὴν ἀξίαν τάλαντα β ω καὶ ἄλλων …τάλαντα β Εσ, γίνεται τάλαντα ε, καθὰ καὶ προτεθῆναι εἰς πρᾶσιν …πωλουμένων ἅμα τοῖς ἄλλοις διὰ τοῦ παρʼ ἡμῶν …ἐν Κροκοδίλων πόλει ἐπὶ τοῦ δρόμου …συμπαρόντων Ἀμβροσίου π… ἐν τοῖς πρώτοις φίλοις, Εὐβίου τοῦ πρὸς τῆι στρατηγίαι τεταγμένου καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἀρσινοΐτου …Πτολεμαίου Ἀσκληπιάδου …ἐν τοῖς πρώτοις φίλοις …τοῦ συγγενοῦς καὶ ὑπομνηματογράφου …Θηραμένου Ἀττίνου τ… Ἰσχυρίωνος τοῦ βασιλικοῦ γραμματέως καὶ ἄλλων πλειόνων διὰ κήρυκος …ὑποστῆναι πρὸ Ἀνδρονίκου …ἀκολούθως, τούτου δὲ μὴ παραγενομένου ἐκυρώθη Ἀμμώνιος ὁ προγεγραμμένος ἐφʼ ὧι παραλαβόντα διαγραφὴν ἀκολούθως τοῖς διὰ τοῦ προστάγματος διασαφουμένοις τάξασθαι ……α γῆς τιμὴν …ἔτους μϛ Παχὼν δ. πέπτωκεν ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν Διονυσίωι τραπεζίτηι ὥστε βασιλεῖ εἰς τὸν κεχωρισμένον λόγον τῶν λήμμάτων παρʼ Ἀμμωνίου κατὰ τὴν ὑποκειμένην διαγραφὴν χαλκοῦ πρὸς ἀργύριον τάλαντα ζ, τέλος Δσ, ἑξηκοστῆς ψ, χιλιοστῆς μβ. …Θέων Διονυσίωι χαίρειν. δεξάμενος παρʼ Ἀμμωνίου συνυπογράφοντος Ἰσχυρίωνος τοῦ βασιλικοῦ γραμματέως χαλκοῦ πρὸς ἀργύριον τάλαντα ζ καὶ τὴν δεκάτην καὶ τὰ ἄλλα τὰ καθήκοντʼ εἰς τὸ βασιλικὸν κατὰ τὴν ὑποκειμένην διαγραφὴν ἀνένεγκε. ἔρρωσο. ἔτους μϛ …βασιλεῖ καὶ βασιλίσσηι Ἀμμώνιος Ταυρίνου τῶν κατοικούντων ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος εἰς τιμὴν …τοῦ ὄντος περὶ τὴν αὐτὴν κώμην ἀρουρῶν …,γείτονες νότου Σαράπιδος θεοῦ ἱερὰ γῆ, βορρᾶ …,ἀπηλιώτου Πετοσίριος καὶ Τιμοῦς χέρσος, λιβὸς …,καὶ τῆς οὔσης περὶ τὴν αὐτὴν κώμην ἐν ἱερᾷ γῆι χέρσου ἀρουρῶν ι, ἧς γείτονες νότου Ἀματόκου ἑκατοντάρουρος κλῆρος, βορρᾶ διῶρυξ, ἀπηλιώτου …τοῦ Ἀπολλωνίου παράδεισος ἔρημος, λιβὸς …ἀνὰ μέσον ὄντος ἐξαγωγοῦ, καθὰ καὶ προετέθησαν εἰς πρᾶσιν διὰ Φιλίνου τῶν πρώτων φίλων καὶ στρατηγοῦ καὶ γραμματέως τοῦ …λογιστηρίου ἀπὸ τοῦ ἐκκειμένου προστάγματος …ἐν Κροκοδίλων πόλει τῆι β τοῦ Θωὺθ τοῦ μϛ ἔτους.