Ancient Greek
P.Tebt. 3 702
Documentary Papyri, P.Tebt. 3.1 702
Not analysed yet
……ὥστε προεξῆχθαι τὰ λοιπὰ καὶ ἀδικεῖσθαι ἡμᾶς καὶ ἐν τούτωι τῶι μέρει. …αιωι. πλεονάκις σοι καὶ ἐντέταλμαι καὶ γέγραφα τὸ ἐν τοῖς βυσσουργοῖς ὂν ὀφείλημα εἰσανάγειν, καὶ ἕως τοῦ νῦν οὐ δύναται πέρας λαβεῖν. πρὸς Διὸς οὖν καὶ θεῶν, εἴπερ τινὰ σαυτοῦ λόγον ἔχεις καὶ ἡμῶν, τοὺς ἀνθρώπους …ν δίχα μισθῶν ἀνάγκασον παραδοῦναι αὐτῶν τὰ σώματα. οὐ γὰρ ἔτι προφάσεις ἔχουσιν φάμενοι τοὺς ἰδίους …μελλους ὑφαίνειν· συντετελεσμένοι γάρ εἰσιν. σὺ οὖν …ιδο… καὶ ε… ποιήσεις δικαίως ἂν αὐτὸς πραξ… τὸ ἀργύριον, ἐπιδείξας τῶι ἀρχιερεῖ τῶν παρὰ Διοτίμου …ὧν ἀπεστείλαμέν σοι καθὰ συντάσσει πράσσειν αὐτόν. ἄλλη …