Ancient Greek
703.1.1 to 703.3.77
Documentary Papyri, P.Tebt. 3.1 703.1.1-703.3.77
Not analysed yet
…τοῦ …ὑπομνήματος ὑπὸ Ζηνοδώρου …ἀντίγραφον ὑπόκειται. …τοῦτο ποιεῖν μὴ πα… ἐπαρτισμοὺς καὶ τὴν …α…των ἔστω …αις ἧς φυ…ουσ…α…ας …γ…μα, τούς τε διὰ τῶν πεδίων ἠγμένους ὑδραγωγούς, εἰ τὰ συνταχθέντα βάθη ἔχουσιν αἱ εἰς αὐτοὺς ἐπιρρύσεις τοῦ ὕδατος καὶ ἐκποιοῦσα ὑποδοχὴ ἐν αὐτοῖς ὑπάρχει ἀφʼ ὧν εἰσάγειν εἰώθασιν οἱ γεωργοὶ τὸ ὕδωρ εἰς ἣν γῆν ἕκαστος κατασπείρει· ὁμοίως δὲ καὶ τὰς δηλουμένας διώρυγας ἀφʼ ὧν εἰς τοὺς προγεγραμμένους ὑδραγωγοὺς αἱ ἐπιρρύσεις γίνονται, εἰ αὐταί τε ὠχύρωνται καὶ εἰ ἀπὸ τοῦ βελτίστου αἱ ἐμβολαὶ ἀπὸ τοῦ ποταμοῦ καθαριῶνται καὶ εἰ ἄλλως πως ἐν ἀσφαλείαι εἰσίν. ἅμα δὲ ἐν τῶι ἐφοδεύειν πειρῶ περιερχόμενος ἕκαστον παρακαλεῖν καὶ εὐθαρσεστέρους παρασκευάζειν, καὶ τοῦτο μὴ μόνον λόγωι γίνεσθαι ἀλλὰ καί, ἐάν τινες αὐτῶν τοῖς κωμογραμματεῦσι ἢ κωμάρχαις ἐγκαλῶσι περί τινος τῶν εἰς τὴν γεωργίαν ἀνηκόντων, ἐπισκοπεῖν, καὶ ἐφʼ ὅσον ἂν ἐκποιῆι εἰς ἐπίστασιν τοιαῦτα ἀγέσθω. ὅταν δὲ διεξαχθῇ ὁ σπόρος, οὐ χεῖρον ἂν γίνοιτο εἰ ἐπιμελῶς ἐφοδεύοις· οὕτως γὰρ τὴν ἀνατολὴν ἀκριβῶς ἐπόψει, καὶ τὰ μὴ καλῶς ἐσπαρμένα ἢ τὸ ὅλον ἄσπορα ῥᾳδίως κατανοήσεις, καὶ τοὺς ὠλιγωρηκότας εἴσει ἐκ τούτου καὶ σοὶ γνώριμον ἔσται εἴ τινες τοῖς σπέρμασι εἰς ἄλλα κατακέχρηνται. ἵνα δὲ καὶ τοῖς κατὰ τὴν διαγραφὴν τοῦ σπόρου γένεσιν ὁ νομὸς κατασπείρηται κείσθω σοι ἐν τοῖς ἀναγκαιοτάτοις· καὶ ἄν τινες ὦσι κατατεταμένοι τοῖς ἐκφορίοις ἢ καὶ παντελῶς ἀνειμένοι, μὴ ἀνεπίσκεπτον ἐάσθω. ἀναγραφὴν δὲ ποίησαι καὶ τῶν ἐν τῆι γεωργίαι ὑπαρχόντων βασιλικῶν τε καὶ ἰδιωτικῶν κτηνῶν, καὶ τὴν ἐνδεχομένην ἐπιμέλειαν ποίησαι ὅπως ἡ ἐκ τῶν βασιλικῶν ἐπιγονή, ὅταν εἰς τὸ χορτοφαγεῖν ἔλθηι, παραδίδωται εἰς τὰ μοσχοτροφῖα. ἐπιμελὲς δέ σοι γινέσθω καὶ ὅπως ὁ ὑπάρχων σῖτος ἐν τοῖς νομοῖς πλὴν τοῦ ἐν αὐτοῖς τοῖς τόποις δαπανωμένου εἰς τὰ σπέρματα καὶ τοῦ ἀπλώτου …ς κατάγηται· οὕτω δὲ ἐμβαλεῖν εἰς τὰ πρῶτα παριστάμενα πλοῖα ῥᾴδιον, καὶ πρὸς τὸ τοιοῦτον μήποτε παρέργως σαυτὸν δίδου.