Ancient Greek
703.3.238 to 703.v.1
Documentary Papyri, P.Tebt. 3.1 703.3.238-703.v.1
Not analysed yet
ἵνα δὲ μηθὲν εἰς τὸ δυνατὸν παραλείπηται, περί τε τῶν ἐν τῶι ὑπομνήματι κατατεταγμένων ἐπιμελῶς …δ…ετε, καὶ περὶ τῶν ἐκ τοῦ παρατυχόντος πιπτόντων ὁμοίως διασαφεῖτε ὅπως εκ…ε…ανη…α χρηματίζηι ο…ιεξόδου. ἐπεὶ γὰρ ἀναγκαῖόν ἐστι πάντα διʼ ἐπιστολῶν οἰκονομεῖσθαι …νων ἡμῖν ἐπί τε π…γμένοις μακροτέραν τοὺς χω…ε π…ς οὐθέν, οὕτω παρασκευαστέον ἐστὶν αὐτοὺς ὥστε περὶ ἑκάστου τῶν ἐπιστελλομένων …γράφειν, μάλιστα μὲν κα…ντας, εἰ δὲ μή, διασαφοῦντας τὰ αἴτια, ἵνʼ ε…θε…αλη… κας… λαμβάνηι καὶ μηθὲν τῶν δηλουμένων παραλείπηται. ταῦτα γὰρ ὑμῶν ποιούντων καὶ τοῖς πράγμασιν τὸ δέον τελέσεσθε καὶ ὑμῖν ἡ πᾶσʼ ἀσφάλεια ὑπάρξει. καὶ περὶ μὲν τούτων ἱκανῶς ἐχέτω· ἃ δὲ καὶ ἀποστέλλων σε εἰς τὸν νομὸν προσδιελέχθην, ταῦτα καὶ διὰ τοῦ ὑπομνήματος καλῶς ἔχειν ὑπέλαβον γράψαι σοι. ᾤμην γὰρ δεῖν τὸ μὲν ἡγεμονικώτατον ἰδίως καὶ καθα- ρῶς καὶ ἀπὸ τοῦ βελτίστου οἰκονομοῦντας ὑμᾶς προσπορεύεσθαι ω… ἐνδοθησομένης συνγ…σο… τα δίκαια προσεστ…α… ἐλαχιστ… λόγον προσδεξομένων, ταῦτα γὰρ καὶ τούτοις παραπλήσια κ…εις παρεσχε… καιπερ… πλειόνων εὖ μεμαρτυρημένης τῆς καθʼ ἡμᾶς ἀναστροφῆς καὶ ἀγωνίας, μετὰ δὲ ταῦτα εὐτακτεῖν καὶ ἀκαμπτεῖν ἐν τοῖς τόποις, μὴ συμπλέκεσθαι φαύλοις ὁμιλίαις, φεύγειν ἅπαντα συνδυασμὸν τὸν ἐπὶ κακίαι γενόμενον, νομίζειν ἐὰν ἐν τούτοις ἀνέγκλητοι γένησθε μειζόνων ἀξιωθήσεσθαι, ἔχειν τὰ ὑπομνήματα διὰ χειρός, καὶ περὶ ἑκάστων ἐπιστέλλειν καθὰ συντέτακται. ……αις… …ηι… …αστ… …νοικο… …α…μ… …τ… …ξο… …στ… …ιν… …τα… …η… …δ… …ε…