Ancient Greek
703.1.183 to 703.3.237
Documentary Papyri, P.Tebt. 3.1 703.1.183-703.3.237
Not analysed yet
ἐπιμέλου δὲ ἐπισκοπεῖν καὶ τὰ μοσχοτροφῖα, καὶ τὴν πλείστην σπουδὴν ποιοῦ ὅπως ὅ τε σῖτος ἐν αὐτοῖς παρεσχημένος ἦι μέχρι τῶν χλωρῶν, καὶ εἰς τοὺς μόσχους ἀναλίσκηται ὁ διαγεγραμμένος καθʼ ἡμέραν, καὶ τὸ σιτάριον εὐτάκτως ἀποδίδωται, τό τʼ ἐξ αὐτῶν τῶν τόπων καί, ἐὰν προσδέωνται τοῦ προσανακομιζομένου, καὶ ἐξ ἄλλων κωμῶν. ἐπιμελές τέ σοι ἔστω καὶ ἵνα ἡ φυτεία τῶν ἐπιχωρίων ξύλων κατὰ μὲν τὸν πρέποντα καιρὸν τῶν τὴν ὥραν ἐχόντων ξύλων γένηται ἰτέαις τε καὶ συκαμίνοις, περὶ δὲ τὸν Χοίαχ ἀκάνθης καὶ μυρίκης, τούτων δὲ τὰ μὲν ἄλλα ἐπὶ τῶν βασιλικῶν χωμάτων φυτευέσθω καὶ τὰ ἄλλα εἰς πρασιὰς καταβληθήτω ἵνα τῆς ἐνδεχομένης ἐπιμελείας κατὰ καιρὸν ποτισμοῦ τυγχάνηι, ὥς τʼ ἂν δέηι καὶ γένηται ὥρα τῆς φυτείας, τότε μετ…σ…αν τασσέτωσαν ἐπὶ τῶν βασιλικῶν χωμάτων, τὴν δὲ τήρησιν αὐτῶν ποιείσθωσαν οἱ πρὸς τὴν ἔκληψιν προσεληλυθότες, ὅπως μήθʼ ὑπὸ τῶν προβάτων μήθʼ ὑπʼ ἄλλου μηθενὸς παροινεῖσθαι συμβαίνηι τὴν φυτείαν. ἅμα δὲ τῆι λοιπῆι ἐφοδείαι παρεπισκόπει καὶ εἴ τινα κεκομμένα ὑπάρχει ἐπὶ τῶν χωμάτων ἢ καὶ ἐν τοῖς πεδίοις, καὶ τὴν ἀναγραφὴν ποιησάμενος. ποίησαι δὲ ἀναγραφὴν καὶ τῶν βασιλικῶν οἰκήσεων καὶ τῶν πρὸς ταύταις παραδείσων καὶ ἧς ἕκαστος ἐπιμελείας προσδεῖται, καὶ διασάφησον ἡμῖν. ἐπιμελὲς δέ σοι ἔστω καὶ ἵνα τὰ κατὰ τοὺς μαχίμους οἰκονομῆται κατὰ τὸ ὑπόμνημα ὃ συντεθείκαμεν τὸ περὶ τῶν ἀνακεχωρηκότων σωμάτων ἐκ τῶν ἔργων καὶ ἀπ…ων ναυτῶν ὅπως εἰς …ν…ρ…ατοντ…ντα τὰ ἐμπίπτοντα συνέχηται μέχρι τῆς εἰς Ἀλεξάνδρειαν ἀποστολῆς. ἵνα δὲ μήτε παραλογεία μηδεμία γείνηται μήτʼ ἄλλο μηθὲν ἀδίκημα τὴν ἐπιμέλειαν ποιοῦ μὴ παρέργως. σαφῶς γὰρ εἰδέναι δεῖ ἕκαστον τῶν ἐν τῆι χώραι κατοικούντων καὶ πεπιστευκέναι διότι πᾶν τὸ τοιοῦτον εἰς ἐπίστασιν ἦκται καὶ τῆς πρότερον καχεξίας ἀπολελυ- μένοι εἰσίν, οὐθενὸς ἔχοντος ἐξουσίαν ὃ βούλεται ποιεῖν, ἀλλὰ πάντων οἰκονομουμένων ἀπὸ τοῦ βελτίστου· καὶ τῆι χώραι τὴν ἀσφάλειαν ποιήσετε καὶ τὰς προσόδους οὐ παρὰ μικρὸν ε…αδο… πάντα μὲν οὖν περιλαβεῖν καὶ διὰ ὑπομνημάτων παραδοῦναι ὑμῖν οὐ ῥᾴδιον διὰ τὰς ποικίλας περιστάσεις τῶν πραγμάτων ἀκολούθως τοῖς περιέχουσικαιροῖς.