Ancient Greek
P.Tebt. 3 729
Documentary Papyri, P.Tebt. 3.1 729
Not analysed yet
τ… προεφέρετο δεινα… ε…ο… στρατιώταις εἰς τὰς σιταρχίας καὶ τ… ἐπι…ε… οὐκ ἔφη συνεμβήσεσθαι αὐτοῖς ἐὰν μὴ εἰς διετίαν ἅπαντες ἐπιτελέσωσιν ἢ τὴν τιμὴν συναγάγωσι ἐν τάχει. τοιούτων γενομένων ἀνέλυσεν ὡς ἐπὶ τὸ προκείμενον. μετὰ δὲ ταῦτα προσκαλούμενοι ὑπʼ αὐτοῦ τῆι ἐχομένηι ὅπως εἰδῆι τί ἐπιτελοῦσιν καὶ τὸ πλῆθος πρὸς αὐτοὺς στήσηι οὐκέτι ὤφθησαν. διὸ καὶ εὐθέως περιελθὼν τὰ πέδια τάς τε βόας καὶ τὰ πρόβατα συνπεριελάσας ἀνήγαγεν εἰς τὴν κώμην, ἃ καὶ παρέδωκεν τοῖς φυλακίταις, ὧν ἐστιν τὸ κατʼ εἶδος πρόβατα σὺν ἄρνασι φπ, βόες σὺν ταύροις καὶ δαμάλεσιν ξζ, καὶ ταῦτα συνέκλεισεν εἰς τὸ ἱερόν, αὐτὸς δʼ εἰς τὰς περιοίκους κώμας ἐπέδραμεν ὑπολιπόμενος Διονύσιον τὸν διαδεχόμενον αὐτόν. καὶ μετὰ ταῦτα ἐπέστρεψεν, τοῦ δὲ τραπεζίτου παραγενομένου τῆι η διεγράφη ὁ δηλούμενος χαλκὸς Ποσειδωνίωι τῶι παρὰ Διονυσίου τοῦ τραπεζίτου τὸ ἐφʼ ἑκάστου ὀνόματος διασαφούμενον πλῆθος μέχρι δὲ τοῦ γράφειν ἔτι ἐστὶν ἐν τῆι κώμηι. οἱ δʼ ἁγνεύσαντες οὐδὲ γῆς ἡμμένοι εἰσίν· ,. αὐτὸς δʼ ἐκ παντὸς τρόπου ἐπιμένων πειρᾶται συμπεῖσαι αὐτούς. διὸ γέγραφά σοι ὅπως εἰδῆις.