Ancient Greek
P.Tebt. 3 730
Documentary Papyri, P.Tebt. 3.1 730
Not analysed yet
ἔτους δ Ἁθὺρ ϛ. Ὀσοροήρει βασιλικῶι γραμματεῖ. τῆι ε τοῦ ἐνεστῶτος μηνὸς ἐφοδεύων …τὰ περὶ τὴν κώμην πεδία εὗρον ἔκχυσιν αἵματος ,πυνθάνομαι δὲ τῶν ἐκ τῆς κώμης Θεόδοτον Δωσιθέου ἐξελθόντα ὡς ἐπὶ ταῦτα μηκέτʼ ἐπιστρέψαι. ἀναφέρω. Λυκόφρονι τοπογραμματεῖ ἡ αὐτή. προσετέθη δέ· γέγραφα …δὲ καὶ Ὀσοροήρει τῶι βασιλικῶι γραμματεῖ περὶ τῶν αὐτῶν.