Ancient Greek
P.Tebt. 3 731
Documentary Papyri, P.Tebt. 3.1 731
Not analysed yet
Ἀπολλώνιος ὁ ἡγούμενος τῶν ἐν Ἰβιῶνι Εἰκοσιπενταρούρων φυλακιτῶν Μεστασύτμει χαίρειν. Διοτίμου Ε…υπιμίου καὶ Πετοσίριος τοῦ Ψενήσιος πρεσβυτέρου καὶ Πετοσίριος νεωτέρου καὶ Πετοσίριος τοῦ Ὥρου τῶν ἐκ Τεβτύνεως φυλακιτῶν προχειρισθέντων ὑπὸ Πτολεμαίου τοῦ τῆς μερίδος ἀρχιφυλακίτου τῶν καὶ χειρογραφησάντων βασιλικὸν ὅρκον ἔσεσθαι πρὸς τῆι γενηματοφυλακίᾳ τοῦ κθ ἔτους τοῦ προκειμένου Ἰβιῶνος καὶ Ξυλίτιδος οὐκ ἀπήντηκεν Πετοσῖρις Ψενήσιος νεώτερος ἐπὶ τὴν τήρησιν. ἐπεὶ οὖν προορώμεθα μήποτε καὶ οἱ ἄλλοι ἐκλίπωσιν τὴν τήρησιν μηδεμιᾶς ἐπιστροφῆς γινομένης, ᾤμεθα δεῖν γράψαι ἵνʼ, ἐὰν φαίνηται, ἀνενέγκῃς πρὸς …τῶν διαδόχων καὶ ἐπιμελητὴν περὶ αὐτοῦ καὶ ὁ λόγος τῶν …πρὸς αὐτὸν γένηται. ἔρρωσο. ἔτους κθ …Μεστασύτμει.