Ancient Greek
P.Tebt. 3 747
Documentary Papyri, P.Tebt. 3.1 747
Not analysed yet
Ἀγάθων Πάτρωνι χαίρειν. μονώτατος σὺ περὶ ὧν ἄν σοι ἐντελλώμεθα καὶ σπευδώμεθα ἐν τούτοις μάλιστα ὀλίγωρος εἶ. ἡμῶν γὰρ γραψάντων σοι περὶ τῶν ξύλων καὶ ἐντειλαμένων οὐδένα λόγον ἐποιήσω, ἀλλὰ ὑπομεμένηκας ἕως καὶ Ἀμμώνιον βαρέως ἐνεγκεῖν καὶ ἡμᾶς συναγοράσαντας ἀποστεῖλαι αὐτῶι. ἔγραψα οὖν σοι ἵνα εἰδῃς τὴν σαυτοῦ ἀμέλειαν. ἔρρωσο. ἔτους δ Παῦνι ια. Πάτρωνι.